Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.181 Joseph. AJ 4.185 (English) >>Joseph. AJ 4.189

4.183ὡς καὶ πρὸς ἀλλήλους ὑμῖν χρωμένοις αὐτῇ μακαριστὸν ποιῆσαι τὸν βίον καὶ τῶν ἀλλοφύλων πλέον δοξαζομένους ἀδήριτον καὶ παρὰ τοῖς αὖθις τὴν εὔκλειαν ὑμῖν ὑπάρξαι. τούτων δʼ ἂν ἐφικέσθαι δυνηθείητε, εἰ τῶν νόμων οὓς ὑπαγορεύσαντός μοι τοῦ θεοῦ συνεταξάμην κατήκοοι καὶ φύλακες γένοισθε καὶ μελετῴητε τὴν σύνεσιν αὐτῶν. 4.184ἄπειμι δʼ αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς παρατιθέμενος ὑμᾶς νόμων τε σωφροσύνῃ καὶ κόσμῳ τῆς πολιτείας καὶ ταῖς τῶν στρατηγῶν ἀρεταῖς, οἳ πρόνοιαν ἕξουσιν ὑμῶν τοῦ συμφέροντος. 4.185θεός τε μέχρι νῦν ἡγεμονεύσας ἡμῖν, καθʼ οὗ βούλησιν κἀγὼ χρήσιμος ὑμῖν ἐγενόμην, οὐ μέχρι τοῦ δεῦρο στήσει τὴν αὑτοῦ πρόνοιαν, ἀλλʼ ἐφʼ ὃν αὐτοὶ βούλεσθε χρόνον τοῦτον ἔχειν προστάτην ἐν τοῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι μένοντες, ἐπὶ τοσοῦτον αὐτοῦ χρήσεσθε τῇ προμηθείᾳ. 4.186γνώμας τε ὑμῖν εἰσηγήσονται τὰς ἀρίστας, αἷς ἑπόμενοι τὴν εὐδαιμονίαν ἕξετε, ἀρχιερεὺς Ἐλεάζαρος καὶ Ἰησοῦς τε γερουσία καὶ τὰ τέλη τῶν φυλῶν, ὧν ἀκροᾶσθε μὴ χαλεπῶς, γινώσκοντες ὅτι πάντες οἱ ἄρχεσθαι καλῶς εἰδότες καὶ ἄρχειν εἴσονται παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ, 4.187τήν τʼ ἐλευθερίαν ἡγεῖσθε μὴ τὸ προσαγανακτεῖν οἷς ἂν ὑμᾶς οἱ ἡγεμόνες πράττειν ἀξιῶσι· νῦν μὲν γὰρ ἐν τῷ τοὺς εὐεργέτας ὑβρίζειν ἐν τούτῳ τὴν παρρησίαν τίθεσθε, δὴ τοῦ λοιποῦ φυλαττομένοις ὑμῖν ἄμεινον ἕξει τὰ πράγματα·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.181 Joseph. AJ 4.185 (English) >>Joseph. AJ 4.189

Powered by PhiloLogic